Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.166 Joseph. AJ 14.171 (English) >>Joseph. AJ 14.175

14.169κινηθεὶς οὖν ὑπὸ τούτων Ὑρκανὸς Ἡρώδην ἐκάλει δικασόμενον ὑπὲρ ὧν διεβάλλετο. δὲ ἧκεν τοῦ πατρὸς αὐτῷ παραινέσαντος μὴ ὡς ἰδιώτῃ μετὰ δʼ ἀσφαλείας εἰσελθεῖν καὶ φυλακῆς τῆς περὶ τὸ σῶμα, τά τε κατὰ τὴν Γαλιλαίαν ὡς ἐνόμισεν αὐτῷ συμφέρειν ἀσφαλίσασθαι. τοῦτον τὸν τρόπον ἁρμοσάμενος καὶ μετὰ στίφους ἀποχρῶντος αὐτῷ πρὸς τὴν ὁδόν, ὡς μήτε ἐπίφοβος Ὑρκανῷ δόξειε μετὰ μείζονος παραγενόμενος τάγματος μήτε γυμνὸς καὶ ἀφύλακτος, ᾔει πρὸς τὴν δίκην. 14.170Σέξστος μέντοι τῆς Συρίας ἡγεμὼν γράφει παρακαλῶν Ὑρκανὸν ἀπολῦσαι τὸν Ἡρώδην ἐκ τῆς δίκης καὶ προσαπειλῶν παρακούσαντι. τῷ δʼ ἦν ἀφορμὴ τὸ παρὰ τοῦ Σέξστου γράμμα πρὸς τὸ μηδὲν ἐκ τοῦ συνεδρίου παθόντα ἀπολῦσαι τὸν Ἡρώδην· ἠγάπα γὰρ αὐτὸν ὡς υἱόν. 14.171καταστὰς δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ σὺν αὐτῷ τάγματος Ἡρώδης κατέπληξεν ἅπαντας καὶ κατηγορεῖν ἐθάρρει τὸ λοιπὸν οὐδεὶς τῶν πρὶν ἀφικέσθαι διαβαλλόντων, ἀλλʼ ἦν ἡσυχία καὶ τοῦ τί χρὴ ποιεῖν ἀπορία. 14.172διακειμένων δʼ οὕτως εἷς τις Σαμαίας ὄνομα, δίκαιος ἀνὴρ καὶ διὰ τοῦτο τοῦ δεδιέναι κρείττων, ἀναστὰς εἶπεν· “ἄνδρες σύνεδροι καὶ βασιλεῦ, εἰς δίκην μὲν οὔτʼ αὐτὸς οἶδά τινα τῶν πώποτε εἰς ὑμᾶς κεκλημένων οὕτω παραστάντα οὔτε ὑμᾶς ἔχειν εἰπεῖν ὑπολαμβάνω, ἀλλὰ πᾶς ὁστισδηποτοῦν ἀφῖκται εἰς τὸ συνέδριον τοῦτο κριθησόμενος ταπεινὸς παρίσταται καὶ σχήματι δεδοικότος καὶ ἔλεον θηρωμένου παρʼ ὑμῶν, κόμην τʼ ἐπιθρέψας καὶ ἐσθῆτα μέλαιναν ἐνδεδυμένος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.166 Joseph. AJ 14.171 (English) >>Joseph. AJ 14.175

Powered by PhiloLogic